Ancient Greek
Fragment 236
Chrysippus, Fragmenta Moralia 236
Not analysed yet
Clemens Al. Strom. I p. 368 Pott. Οὔτε δὲ οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὐθ’ αἱ τιμαὶ οὐθ’ αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς, ἀλλ’ ἀκουσίου τῆς κακίας οὔσης. --Ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθ’ ὅτε κρατεῖ, ἧς ἀγνοίας καὶ ἀμαθίας οὔσης ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἐκόλασεν (scil. ὁ θεός). Καὶ γὰρ τὸ πυρέττειν ἀκούσιον· ἀλλ’ ὅταν δι’ ἑαυτόν τις καὶ δι’ ἀκρασίαν πυρέττῃ, αἰτιώμεθα τοῦτον. Οὕτως δὲ καὶ τῆς κακίας, ἀκουσίου οὔσης· οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν· τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται.