Ancient Greek
Fragment 243
Chrysippus, Fragmenta Moralia 243
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 27 p. 1046f. Ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον, οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δὲ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι, τὸν δ’ ἀφίστασθαι. Πιθανὸν δέ, φησί, μηδ’ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον.