Ancient Greek
Fragment 25
Chrysippus, Fragmenta Moralia 25
Not analysed yet
Plut. de comm. not. cp. 25 p. 1070d. Καὶ μὴν ὅτι δυοῖν ἀγαθῶν, τοῦ μὲν τέλους, τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπ’ οὐδενὸς ἀγνοεῖται. Γινώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν τῷ τρίτῳ περὶ Ἀγαθῶν· τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ.