Ancient Greek · ~4 min
Fragment 263
Chrysippus, Fragmenta Moralia 263
Not analysed yet
Philo Leg. Alleg. I §63 Vol. I p. 77, 12 Wendl. Διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέσσαρες, φρόνησις, σωφροσύνη, ἀνδρία, δικαιοσύνη. §65. ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα, ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις· ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις· ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις. §67. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν. fere eadem redeunt p. 79 addito: ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν. de fortitudine §68: ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων. de iustitia §87 p. 84, 2. ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. Ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δ’ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον· οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος, ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.