Ancient Greek
Fragment 270
Chrysippus, Fragmenta Moralia 270
Not analysed yet
Andronicus περὶ παθῶν p. 22, 13 Schuchardt. εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα. λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ. μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις. ἀῤῥενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ’ ἀρετὴν πόνοις. καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν ⟨καὶ οὐκ ἐμμενετῶν⟩ καὶ οὐδετέρων. μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.