Ancient Greek
Fragment 289
Chrysippus, Fragmenta Moralia 289
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 16 p. 1041c. ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης ἀποδείξεσιν ἀδικεῖσθαί φησιν ὑφ’ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γενόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον, καὶ βλάπτοντα παρ’ ἀξίαν ἑαυτόν. p. 1041 d. Ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· Παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος αὑτῷ τοῦ ἀδικεῖν, παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ. Πάλιν τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρ’ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρα ὁ ἁμαρτάνων βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν, εἰ δὲ τοῦτο καὶ ἀδικεῖ ἑαυτόν. Ἔτι καὶ οὕτως· Ὁ βλαπτόμενος ὑφ’ ἑτέρου ἑαυτὸν βλάπτει, καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν βλάπτει· τοῦτο δ’ ἦν τὸ ἀδικεῖν· ὁ ἄρα ἀδικούμενος καὶ ὑφ’ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.