Ancient Greek
Fragment 304
Chrysippus, Fragmenta Moralia 304
Not analysed yet
Philo de sacrif. Abel et Cain §82 Vol. I p. 236, 3 Wendl. διαιρετέον οὖν αὐτὸν (scil. τὸν λόγον) εἰς κεφάλαια προηγούμενα, τὰ λεγόμενα ἐμπίπτοντα, καὶ ἐφαρμοστέον ἑκάστῳ τὰς οἰκείους κατασκευάς, μιμουμένους τοὺς ἀγαθοὺς τῶν τοξοτῶν, οἳ σκοπόν τινα προθέμενοι τὰ βέλη πάντα ἐπ’ αὐτὸν ἀφιέναι πειρῶνται. Σκοπῷ μὲν γὰρ τὸ κεφάλαιον, βέλεσι δὲ ἔοικεν ἡ κατασκευή. οὕτως τὸ πάντων ἄριστον ἐσθημάτων ὁ λόγος ἁρμονίως συνυφαίνεται. p. 237, 2 §84. τὸ γὰρ ὅλον καὶ ἕν ἐστιν ἡ ἀρετὴ ἣ κατὰ εἴδη τὰ προσεχῆ τέμνεται, φρόνησιν καὶ σωφροσύνην, δικαιοσύνην καὶ ἀνδρείαν, ἵνα τὰς καθ’ ἕκαστον εἰδότες διαφορὰς ἑκούσιον ὑπομένωμεν λατρείαν καὶ καθ’ ὅλον καὶ κατὰ μέρη.