Ancient Greek
Fragment 32
Chrysippus, Fragmenta Moralia 32
Not analysed yet
Alexander Aphrod. Quaest. I 14 p. 26 Bruns. ὅτι δὲ μηδὲν παρὰ θεῶν ἀγαθὸν τοῖς ἀνθρώποις κατὰ τοὺς προειρημένους (scil. καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν i. e. Stoicos) γίνεται, δῆλον ἐντεῦθεν. τὸ καλὸν ἐφ’ ἡμῖν· ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα· ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται· τὸ καλὸν ἄρα ὑπ’ οὐδενὸς ἄλλου ἡμῖν περιγίνεται· εἰ ὑπὸ μηδενὸς οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν, καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν· οὐδὲν ⟨ἄρα⟩ ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.