Ancient Greek · ~3 min
Fragment 328
Chrysippus, Fragmenta Moralia 328
Not analysed yet
Stobaeus eclog. II 7 p. 103, 9 W. Λέγουσι δὲ καὶ φυγάδα πάντα φαῦλον εἶναι καθ’ ὅσον στέρεται νόμου καὶ πολιτείας κατὰ φύσιν ἐπιβαλλούσης. Τὸν γὰρ νόμον εἶναι, καθάπερ εἴπομεν, σπουδαῖον, ὁμοίως δὲ καὶ τὴν πόλιν. Ἱκανῶς δὲ καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον· Πόλις μὲν ⟨εἰ⟩ ἔστιν οἰκητήριον κατασκεύασμα, εἰς ὃ καταφεύγοντας ἔστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις οἰκητήριον· ἀστεῖον ἄρ’ ἔστιν ἡ πόλις. Τριχῶς δὲ λεγομένης τῆς πόλεως, τῆς τε κατὰ τὸ οἰκητήριον καὶ τῆς κατὰ τὸ σύστημα τῶν ἀνθρώπων καὶ τρίτον τῆς κατ’ ἀμφότερα τούτων, κατὰ δύο σημαινόμενα λέγεσθαι τὴν πόλιν ἀστείαν, κατά τε τὸ σύστημα τῶν ἀνθρώπων καὶ κατὰ τὸ συναμφότερον διὰ ⟨τὴν εἰς⟩ τοὺς ἐνοικοῦντας ἀναφοράν.