Ancient Greek
Fragment 332
Chrysippus, Fragmenta Moralia 332
Not analysed yet
Clemens Al. Strom. I p. 420 Pott. ᾗ τινες --λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. --πολιτείαν --ἡ δέ ἐστι τροφὴ ἀνθρώπων καλὴ κατὰ κοινωνίαν. τὴν δικαστικὴν -ἐπιστήμην οὖσαν διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου. σύστοιχος δὲ αὐτῇ ἡ κολαστικὴ τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ οὖσα διόρθωσίς ἐστι ψυχῆς --μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν. --καθάπερ οὖν τὴν ποιμενικὴν τῶν προβάτων προνοεῖν φαμέν --οὕτω γε καὶ τὴν νομοθετικὴν τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν καὶ κηδεμονικὴν οὖσαν τῆς ἀνθρώπων ἀγέλης.