Ancient Greek
Fragment 360
Chrysippus, Fragmenta Moralia 360
Not analysed yet
Philo quod omnis probus liber Vol. II p. 452, 22 Mang. ἔτι τοίνυν ὥσπερ τῶν πόλεων αἱ μὲν ὀλιγαρχούμεναι καὶ τυραννούμεναι δουλείαν ὑπομένουσι, χαλεποὺς καὶ βαρεῖς ἔχουσαι δεσπότας τοὺς ὑπαγομένους καὶ κρατοῦντας, αἱ δὲ νόμοις ἐπιμεληταῖς χρώμεναι καὶ προστάταις εἰσὶν ἐλεύθεραι, οὕτω καὶ τῶν ἀνθρώπων, παρ’ οἷς μὲν ἂν ὀργὴ ἢ ἐπιθυμία ἤ τι ἄλλο πάθος ἢ καὶ ἐπίβουλος κακία δυναστεύῃ, πάντως εἰσὶ δοῦλοι, ὅσοι δὲ μετὰ νόμου ζῶσιν ἐλεύθεροι. νόμος δὲ ἀψευδὴς ὁ ὀρθὸς λόγος, οὐχ ὑπὸ τοῦ δεῖνος ἢ τοῦ δεῖνος θνητοῦ φθαρτὸς ἐν χαρτιδίοις ἢ στήλαις ἄψυχος ἀψύχοις, ἀλλ’ ὑπ’ ἀθανάτου φύσεως ἄφθαρτος ἐν ἀθανάτῳ διανοίᾳ τυπωθείς· διὸ καὶ θαυμάσαι ἄν τις τῆς ἀμβλυωπίας τοὺς τρανὰς οὕτω πραγμάτων ἰδιότητας μὴ συνορῶντας, οἳ μεγίστοις μὲν δήμοις Ἀθηναίων καὶ Λακεδαιμονίων πρὸς ἐλευθερίαν αὐταρκεστάτους εἶναί φασι τοὺς Σόλωνος καὶ Λυκούργου νόμους, κρατοῦντάς τε καὶ ἄρχοντας πειθαρχούντων αὐτοῖς τῶν πολιτευομένων· σοφοῖς δὲ ἀνδράσι τὸν ὀρθὸν λόγον, ὃς καὶ τοῖς ἄλλοις ἐστὶ πηγὴ νόμοις, οὐχ ἱκανὸν εἶναι πρὸς μετουσίαν ἐλευθερίας τοῖς ὑπακούουσι πάντων, ἅττ’ ἂν ἢ προστάττῃ ἢ ἀπαγορεύῃ.