Ancient Greek
Fragment 366
Chrysippus, Fragmenta Moralia 366
Not analysed yet
Stobaeus ecl. II 107, 14 W. περὶ δὲ εὐφυοῦς, ἔτι δὲ εὐγενοῦς οἱ μὲν τῶν ἐκ τῆς αἱρέσεως ἐπηνέχθησαν ἐπὶ τὸ λέγειν πάντα σοφὸν τοιοῦτον εἶναι, οἱ δ’ οὔ. οἱ μὲν γὰρ οἴονται οὐ μόνον εὐφυεῖς γίγνεσθαι πρὸς ἀρετὴν ἐκ φύσεως, ἀλλὰ καί τινας ἐκ κατασκευῆς, καὶ τὸ ἐν ταῖς παροιμίας λεγόμενον τοῦτο ἀπεδέξαντο (frg. trag. adesp. 227 N.) μελέτη χρονισθεῖσ’ εἰς φύσιν καθίσταται, τὸ δ’ ὅμοιον καὶ περὶ εὐγενείας ὑπέλαβον, ὥστε εὐφυΐαν μὲν εἶνα κοινῶς ἕξιν ἐκ φύσεως ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν, ἢ ἕξιν καθ’ ἣν εὐανάληπτοι ἀρετῆς εἰσί τινες· τὴν δ’ εὐγένειαν ἕξιν ἐκ γένους ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν.