Ancient Greek · ~1 min
Fragment 401
Chrysippus, Fragmenta Moralia 401
Not analysed yet
Andronicus περὶ παθῶν 5 (p. 19 Kreuttner) Ἡδονῆς εἴδη εʹ. Ἀσμενισμὸς μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς. Τέρψις δὲ ἡδονὴ δι’ ὄψεως ἢ δι’ ἀκοῆς. Κήλησις δὲ ἡδονὴ δι’ ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου τε καὶ μουσικῆς ἢ δι’ ἀπάτης γινομένη. Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν. Γοητεία δὲ ἡδονὴ κατ’ ἀπάτην ἢ διὰ μαγείας.