Ancient Greek
Fragment 432
Chrysippus, Fragmenta Moralia 432
Not analysed yet
Andronicus περὶ παθῶν 6 (p. 20 Kreuttner). Εὐπαθείας εἴδη γ’. Βούλησις μὲν οὖν ἐστιν εὔλογος ὄρεξις. Χαρὰ δὲ εὔλογος ἔπαρσις. Εὐλάβεια δὲ εὔλογος ἔκκλισις. Βουλήσεως εἴδη δ’. Εὔνοια μὲν οὖν ἐστι βούλησις ἀγαθῶν ⟨ἑτέρῳ⟩ αὐτοῦ ἕνεκεν ἐκείνου. Εὐμένεια δὲ εὔνοια ἐπίμονος. Ἀσπασμὸς δὲ ἀδιάστατος ⟨εὔνοια⟩ Ἀγάπησις ---Χαρᾶς εἴδη γ’. Τέρψις μὲν οὖν ἐστι χαρὰ πρέπουσα ταῖς περὶ αὐτὸν ὠφελείαις. Εὐφροσύνη δὲ χαρὰ ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις. Εὐθυμία δὲ χαρὰ ἐπὶ διαγωγῇ ἢ ἀνεπιζητησίᾳ παντός. Εὐλαβείας εἴδη β’. Λἰδὼς μὲν οὖν ἐστιν εὐλάβεια ὀρθοῦ ψόγου. Ἁγνεία δὲ εὐλάβεια τῶν περὶ θ⟨εοὺς⟩ ἁμαρτημάτων.