Ancient Greek
Fragment 436
Chrysippus, Fragmenta Moralia 436
Not analysed yet
Philo de migrat. Abrah. §156 Vol. II p. 299, 3 Wendl. Ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς στενάζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφοράς, διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον, ἢ διὰ περιχάρειαν· γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ (Hom. Ζ 484) Δακρυόεν γελάσασα. Προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ, μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα· θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα.