Ancient Greek · ~4 min
Fragment 460
Chrysippus, Fragmenta Moralia 460
Not analysed yet
Galenus de H. et Plat. decr. V 6 (168) p. 448 M. Posidonius Chrysippi sententiam spectans: τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζιωώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι. οἱ δὲ (sc. οἱ περὶ Χρύσιππον) τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν, οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν. οὐ γὰρ βλέπουσιν, ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς. ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε, πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον, οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους. οὐ γὰρ ὡς ἐκεῖνοι λέγουσιν ἀλλ’ ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν.