Ancient Greek · ~7 min
Fragment 465
Chrysippus, Fragmenta Moralia 465
Not analysed yet
Galenus de H. et Plat. decr. V 2 (156) p. 407 Mü. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’ ἀμφοῖν. ὁποία δὲ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαῤῥοίας ἤ τι τοιοῦτον ἕτερον ἐπὶ σμικρᾷ καὶ τυχούσῃ προφάσει. Dein affert G. quae contra Chrysippum Posidonius disputaverat, quem ipsum quoque in quibusdam erravisse, evincere studet. Pergit p. 411 Mü. Χρύσιππος δ’ ἀτοπώτερον ἔτι (sc. τοῦ Ποσειδωνίου), μηδ’ ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστῶσι, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς· γράφει γοῦν ὧδε· Ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ’ ἣν οὐ περιοδικῶς ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρῖκαι γίνονται, καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως καὶ μικρῶν ἐπιγινομένων αἰτίων. οὐκ οἶδα τί ποτε δόξαν αὐτῷ τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησί, τοὺς δ’ ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. Sequentibus probat Galenus τοὺς πενθοῦντας ἢ ἐρῶντας ἢ φθονοῦντας bene cum iis comparari, qui in quartanis vel tertianis periodis sint, ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε μήτ’ ἐπιθυμία τις ὑπόγυιος ἢ θυμός, οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὒ etc. Ubi verba supra allata scripta fuerint, elucet ex verbis p. 419, 8 M. :διὰ δὲ τοῦ πρώτου τῶν λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ.