Ancient Greek
Fragment 467
Chrysippus, Fragmenta Moralia 467
Not analysed yet
Galenus de H. et Plat. decr. IV 7 (152) p. 397 Mü. de Posidonio: προσχρῆται δ’ εἰς τοῦτο (sc. ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεσθαι τὰ πάθη) μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ὧδέ πως γράφοντι· Περὶ δὲ τῆς λύπης [καὶ] ὡς ἂν ἐμπλησθέντες τινὲς ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον· (δ 541. Ω 514) Ἀλλ’ ὅτε δὴ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθη, Καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων, ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον, τὴν τῆς λύπης ἀλογίαν αὐτῷ παριστάς. εἶτ’ ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα· Καθ’ ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων, καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης, τὸν λόγον παρεισδυόμενον καὶ οἱονεὶ χώραν λαμβάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν. ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ, τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους, καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ ἡσυχάσαντος, τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν, εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ, καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε τὸν τρόπον ἔχοντα. Λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν· (δ 103) --λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο. καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν (Eur. fr. 576N) --τοῖς δὲ δυστυχοῦσί πως Τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας. καὶ ἔτι τούτων ἐφεξῆς· (δ 113?) Ὡς φάτο· τοῖσι ὁὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο. καί· (Eur. El. 125. 126) Τὸν αὐτὸν ἀνέγειρε γόον, ἄναγε πολύδακρυν ἀηδόνα. ἔστι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης καὶ δακρύων καὶ κλαυθμῶν καὶ θρήνου καὶ νίκης καὶ τιμῆς καὶ πάντων [τε] τῶν τοιούτων ἐμπίπλασθαι τοὺς ἀνθρώπους, ἐφ’ οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν, δι’ ἣν ἐν τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτῶν, οὕτως καὶ τυγχανόντων αὐτῶν ἐμπίπλαται, κἂν τούτῳ τὴν ἑαυτῶν κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζῴου καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅτι παρήγετο. Ultima (a verbis ἔστι δὲ ἀμέλει) omnia Posidonio tribuenda arbitror.