Ancient Greek
Fragment 471a
Chrysippus, Fragmenta Moralia 471a
Not analysed yet
Galenus de H. et Plat. decr. V 2 (160) p. 420 M. καίτοι γράφει γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί. Διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν. --τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια, μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ, τῷ λογιστικῷ, καὶ τὴν ὑγίειαν αὐτῆς καὶ τὴν νόσον καὶ τὸ κάλλος καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περι πλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· Ἔστι δὲ τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε καὶ ἡ ἐν αὐτῷ διάθεσις. Καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον ἔχον οὕτως ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς. ποίους οἰκείους μερισμούς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων. ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας, οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρεῖς τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ καὶ μηκύνεις τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι, τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς.