Ancient Greek
Fragment 489
Chrysippus, Fragmenta Moralia 489
Not analysed yet
Olympiodorus in Plat. Alcib. Vol. II p. 54 Creuzer. Ἰστέον γὰρ ὅτι -τρεῖς εἰσι τρόποι καθάρσεως, Πυθαγορικός, Σωκρατικός, Περιπατητικὸς ἤτοι Στωϊκός· καὶ ὁ μὲν Στωϊκὸς διὰ τῶν ἐναντίων τὰ ἐναντία ἰᾶται, τῷ μὲν θυμῷ τὴν ἐπιθυμίαν ἐπάγων καὶ οὕτω μαλάσσων αὐτήν, τὴν δὲ ἐπιθυμίαν τῷ θυμῷ καὶ οὕτω ῥωννύων αὐτὴν καὶ ἀνάγων πρὸς τὸ ἀνδρικώτερον, δίκην τῶν κεκαμμένων ῥάβδων, ἃς οἱ θέλοντες εὐθῦναι πρὸς τὸ ἐναντίον περιλυγίζουσιν, ἵνα ἐκ τῆς εἰς τὸ ἐναντίον περιφορᾶς τὸ σύμμετρον ἀναφανῇ. Οὕτω καὶ ἐπὶ ψυχῆς ἐκ τοῦ τοιούτου τρόπου ἁρμονίαν ἐμποιεῖν ἐπετήδευον.