Ancient Greek · ~1 min
Fragment 499
Chrysippus, Fragmenta Moralia 499
Not analysed yet
Stobaeus ecl. II 86, 10 W. πᾶν δὲ τὸ παρὰ τὸ καθῆκον ἐν λογικῷ γινόμενον ἁμάρτημα εἶναι· τὸ δὲ καθῆκον τελειωθὲν κατόρθωμα γίνεσθαι. παραμετρεῖσθαι δὲ τὸ μέσον καθῆκον ἀδιαφόροις τισί, καλουμένοις δὲ παρὰ φύσιν καὶ κατὰ φύσιν, τοιαύτην δ’ εὐφυίαν προσφερομένοις, ὥστ’ εἰ μὴ λαμβάνοιμεν αὐτὰ ἢ διωθοίμεθα ἀπερισπάστως, μὴ ἂν εὐδαιμονεῖν.