Ancient Greek
Fragment 510
Chrysippus, Fragmenta Moralia 510
Not analysed yet
Stobaeus Florileg. 103, 22. Χρυσίππου. Ὁ δ’ ἐπ’ ἄκρον, φησί, προκόπτων ἅπαντα πάντως ἀποδίδωσι τὰ καθήκοντα καὶ οὐδὲν παραλείπει. Τὸν δέ τούτου βίον οὐκ εἶναί πω φησὶν εὐδαίμονα, ἀλλ’ ἐπιγίγνεσθαι αὐτῷ τὴν εὐδαιμονίαν ὅταν αἱ μέσαι πράξεις αὗται προσλάβωσι τὸ βέβαιον καὶ ἑκτικὸν καὶ ἰδίαν πῆξιν τινὰ λάβωσι.