Ancient Greek
Fragment 521
Chrysippus, Fragmenta Moralia 521
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 11 p. 1037e. (Χρύσιππος ἐν τῷ περὶ Νόμου̣) Καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάττειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψεν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν· [ὡς] προσετάχθη γὰρ ὀρθῶς οἱ δ’ οὐκ ὀρθῶς ἐποίησαν. Οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάττων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ μηδὲ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάττων, οὐ μέσον· εἰ δὲ μέσα προστάττουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτα εἶναι.