Ancient Greek
Fragment 537
Chrysippus, Fragmenta Moralia 537
Not analysed yet
Alexander Aphrod. Quaest. IV 3 p. 121, 14 Bruns. Ὅτι δικαιοσύνης τε καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἔστι τις ἕξις μεταξὺ ἢν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία διαθέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γίνοιτό τις δίκαιος, οὔτε ἐκ δικαίου ἄδικος. --24. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους, ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν; ibid. 32. εἰ δὲ λέγοιεν μηδέπω τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ αἱ ἕξεις αὗται, εἰ δ’ αὗται λογικοῦ καὶ ἡ μέση, διὸ ὁ παῖς ἄλογος ὢν οὔτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων) μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν ἂν διὰ τούτων etc.