Ancient Greek
Fragment 546
Chrysippus, Fragmenta Moralia 546
Not analysed yet
Plutarchus Quaest. Conv. I 9 p. 626f. Θέων --πρὸς Θεμιστοκλέα τὸν Στωϊκὸν διηπόρησε τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. Ὁ δὲ Θεμιστοκλῆς εἰπὼν ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προὔθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκὸς ἐπιστρέφων· Σοὶ δ’, ἐφη, etc.