Ancient Greek
Fragment 562
Chrysippus, Fragmenta Moralia 562
Not analysed yet
Dio Chrysost. or. LXXI §5 (Vol. II p. 182 Arn.) . ἐγὼ δέ φημι τὸν φιλόσοφον τὰς μὲν τέχνας οὐχ οἷόν τε εἶναι πάσας εἰδέναι (χαλεπὸν γὰρ καὶ μίαν ἀκριβῶς ἐργάσασθαι), ποιῆσαι δ’ ἂν ἅπαντα βέλτιον ὅ, τι ἂν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων, καὶ τὰ κατὰ τὰς τέχνας, ἂν ἄρα ἀναγκασθῇ ποτε ἅψασθαι τοιούτου τινός, οὐ κατὰ τὴν τέχνην διαφέροντα -τοῦτο γὰρ οὐχ οἷόν τε, τοῦ τέκτονος τὸν ἰδιώτην ἄμεινον ποιῆσαί τι κατὰ τὴν τεκτονικὴν ἢ τοῦ γεωργοῦ τὸν οὐκ ὄντα γεωργίας ἔμπειρον ἐν τῷ ποιεῖν τι τῶν γεωργικῶν ἐμπειρότερον φανῆναι -ποῦ δ’ ἂν διαφέροι; τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν.