Ancient Greek
Fragment 613
Chrysippus, Fragmenta Moralia 613
Not analysed yet
Stobaeus eclog. II 7 p. 96 Wachsm. Τόν τε νόμον σπουδαῖον εἶναί φασι, λόγον ὀρθὸν ὄντα πραστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. Τοῦ δὲ νόμου ἀστείου ὄντος καὶ ὁ νόμιμος ἀστεῖος ἂν ⟨εἴη⟩· νόμιμον μὲν γὰρ εἶναι ἄνδρα καὶ ἀκολουθητικὸν τῷ νόμῳ καὶ πρακτικὸν τῶν ὑπ’ αὐτοῦ προσταττομένων, νομικὸν δὲ τὸν ἐξηγητικὸν τοῦ νόμου. Μηδένα δὲ τῶν φαύλων μήτε νόμιμον εἶναι μήτε νομικόν. Iisdem fere verbis iteratur ibid. p. 102, 3-10.