Ancient Greek
Fragment 620
Chrysippus, Fragmenta Moralia 620
Not analysed yet
Philo de nominum mutat. §152 Vol. III p. 182, 23 Wendl. μόνον τὸν σοφὸν βασιλέα. Καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστίν, εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ καὶ ἃ μή· ὁ δὲ σώφρων ἀκολάστων, τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος, ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος, ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀῤῥεποῦς στοχαζόμενος.