Ancient Greek
Fragment 63
Chrysippus, Fragmenta Moralia 63
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 161, 26 Bruns. αἱ δὲ αἰσθήσεις καὶ αὐταί, εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν. εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι τῷ ἀνθρώπῳ καὶ συνεργοῦσιν πρὸς τὰς πράξεις καὶ προσχρῆται αὐταῖς ἡ ἀρετὴ πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ’ ἀρετὴν πράξεων) οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ’ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος. εἰ γὰρ ἐνεργήσομεν κατὰ ἀρετὴν ὁπωσοῦν ἐχουσῶν τῶν αἰσθήσεων, ἤτοι καὶ ταῖς ψευδέσιν φαντασίαις ταῖς ἀπὸ τῶν τοιούτων αἰσθήσεων συγκαταθησόμεθα καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο;) ἢ εἰ ἐφέξομεν καὶ μὴ συγκαταθησόμεθα, οὐδὲ πράξομέν τι τῶν ἐπ’ αὐταῖς, ὥστ’ οὐδὲν ἐνεργήσομεν.