Ancient Greek
Fragment 640
Chrysippus, Fragmenta Moralia 640
Not analysed yet
Stobaeus eclog. II 7 p. 95, 24 W. Φασὶ μηδὲ συγγνώμην ἔχειν ⟨μηδενὶ τὸν νοῦν ἔχοντα· τοῦ γὰρ αὐτοῦ συγγώμην τε ἔχειν⟩ καὶ νομίζειν τὸν ἡμαρτηκότα μὴ παρ’ αὑτὸν ἡμαρτηκέναι, πάντων ἁμαρτανόντων παρὰ τὴν ἰδίαν κακίαν· διὸ καὶ δεόντως λέγεσθαι τὸ μηδὲ συγγνώμην ἔχειν τοῖς ἁμαρτάνουσιν. Οὐκ ἐπιεικῆ δέ φασιν εἶναι τὸν ἀγαθὸν ἄνδρα, τὸν γὰρ ἐπιεικῆ παραιτητικὸν εἶναι τῆς κατ’ ἀξίαν κολάσεως καὶ τοῦ αὐτοῦ εἶναι ἐπιεικῆ τε εἶναι καὶ ὑπολαμβάνειν τὰς ἐκ τοῦ νόμου τεταγμένας κολάσεις τοῖς ἀδικοῦσι σκληροτέρας εἶναι καὶ τὸ ἡγεῖσθαι παρὰ τὴν ἀξίαν ἀπονέμειν τὰς κολάσεις τὸν νομοθέτην.