Ancient Greek
Fragment 648
Chrysippus, Fragmenta Moralia 648
Not analysed yet
Stobaeus ecl. II 116, 1 W. οὐδ’ ἀναβάλλεσθαι δέ ποτε τὸν σπουδαῖον οὐδέν, εἶναι γὰρ τὴν ἀναβολὴν ὑπέρθεσιν ἐνεργείας δι’ ὄκνον· ὑπερτίθεσθαι δέ τινα μόνον, ἀνεγκλήτου τῆς ὑπερθέσεως οὔσης. ἐπὶ γὰρ τοῦ ἀναβάλλεσθαι τὸν Ἡσίοδον ταῦτ’ εἰρηκέναι· (Op. et D. 410) μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τ’ ἔννηφι καὶ (ibid. 413) αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει· τῆς [δ’] ἀναβολῆς ἔκπτωσίν τινα τῶν προσηκόντων ἔργων ἐμποιούσης.