Ancient Greek
Fragment 660
Chrysippus, Fragmenta Moralia 660
Not analysed yet
Stobaeus ecl. II 68, 8 W. Ὁμοίως δὲ μηδ’ ὁσίους εἶναί φασι τοὺς φαύλους. Τὴν γὰρ ὁσιότητα ὑπογράφεσθαι δικαιοσύνην πρὸς θεούς· τοὺς δὲ φαύλους παρεκβαίνειν πολλὰ τῶν πρὸς θεοὺς δικαίων, παρ’ ὃ καὶ ἀνοσίους εἶναι καὶ ἀκαθάρους καὶ ἀνάγνους καὶ μιαροὺς καὶ ἀνεορτάστους. Τὸ γὰρ ἑορτάζειν ἀστείου φασὶν εἶναι, τῆς ἑορτῆς οὔσης χρόνου τινὸς ἐν ιὧ χρὴ περὶ τὸ θεῖον γίγνεσθαι τιμῆς χάριν καὶ καθηκούσης ἐπισημασίας, ὅθεν καὶ τὸν ἑορτάζοντα συγκαθεικέναι δεῖ μετ’ εὐσεβείας εἰς τὴν τοιαύτην τάξιν.