Ancient Greek
Fragment 667
Chrysippus, Fragmenta Moralia 667
Not analysed yet
Athenaeus Deipnosoph. XI p. 464d. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ εἰσαγωγῇ τῆς περὶ ἀγαθῶν καὶ κακῶν πραγματείας τοῖς πλείστοις προσάπτεσθαι. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δὲ ὀρτυγομανίαν. τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων. ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι, καὶ ὁ φίλοινος οἰνομανής, καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐν αὐτοῖς, ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖον ἀπαρτωμένοις.