Ancient Greek
Fragment 679
Chrysippus, Fragmenta Moralia 679
Not analysed yet
Philo Leg. Alleg. III §1 Vol. I p. 113, 3 Wendl. δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος. ἀπελήλαται ἄρα καὶ πεφυγάδευται μόνος ὁ φαῦλος.