Ancient Greek
Fragment 703
Chrysippus, Fragmenta Moralia 703
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043a. Μία σύνταξις ἡ περὶ Βίων, τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει, τὸν σοφὸν ἀπράγμονά τε εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν· ἔστι δὲ ἡ λέξις αὕτη· Οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ὀλιγοπράγμονα, καὶ τὰ αὑτοῦ πράττειν, ὁμοίως τῆς τε αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.