Ancient Greek
Fragment 707
Chrysippus, Fragmenta Moralia 707
Not analysed yet
Philo de fortitudine p. 376 Vol. II Mang. Ἐνδεὴς δὲ --τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μὲν τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον· ἔπειτα δὲ πηγὰς ἀφθόνους --πρὸς πότου χρῆσιν· ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἑτησίους ὀπώρας ἀεὶ φέρουσι.