Ancient Greek
Fragment 710
Chrysippus, Fragmenta Moralia 710
Not analysed yet
Georgius Nazianzenus carmin. lib. I sect. II 10 (περὶ ἀρετῆς) ν. 604 Κἀκεῖνο δ’ οἷον Στωϊκῶν τῶν φιλτάτων Ὡς ἄλλος ἄλλῳ σαρκίῳ τις προσλαλῶν· Τί σοι χρεωστῶ, φησίν, ἄθλιον δέρος; Φαγεῖν; μέγιστον ἄρτος ἐνδεῶς δοθείς. Πιεῖν; ὕδωρ σοι δώσομεν καὶ ὀξίνην. Οὐ ταῦτά μ’ αἰτεῖς, τὰ τρυφῆς δὲ καὶ κόρου Κρυσταλλίνων τε ἁβρότητ’ ἐκπωμάτων. Λίαν ἑτοίμως δώσομεν γ’, ἀλλ’ ἀγχόνην.