Ancient Greek
Fragment 714
Chrysippus, Fragmenta Moralia 714
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 21 p. 1044d. Ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζωγραφεῖν μετ’ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυῥῥίναις, καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας, ἵνα κακκαβίζωσιν αὐτοῖς, καὶ ἀηδόνας. Ἡδέως δ’ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος etc. --εἰ δὲ ταύταις τόπον ἐν πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας;