Ancient Greek
Fragment 724
Chrysippus, Fragmenta Moralia 724
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 13 p. 1039b. Ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ Φιλίας, διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι (sc. Chrysippus) Προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι, τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον, τὰ δὲ ὅλως διαλύσεως ἀξιοῦσθαι --ἐν τῷ αὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον, τοῖς δ’ ἐπ’ ἔλαττον συμβαλοῦμεν· ὥστε τοὺς μὲν μᾶλλον, τοὺς δὲ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον ⟨οἱ δὲ ἐπὶ τοσοῦτον⟩ πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται.