Ancient Greek
Fragment 742
Chrysippus, Fragmenta Moralia 742
Not analysed yet
Origenes contra Celsum IV 96 Vol. I p. 368, 23 Kö. (p. 574 Del.) . Χρὴ δ’ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ πάντως θεῖόν ἐστι· καθ’ αὑτὸ γὰρ μέσον ἐστὶ καὶ πῖπτον εἰς φαύλους καὶ ἀστείους· καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν, οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηροὶ τυγχάνωσιν ὄντες, προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ τηρήσεως καὶ οὐ δήπου παρὰ τοῦτο θείους τις ἂν αὐτοὺς εἶναι φήσειε, ἂν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος.