Ancient Greek · ~2 min
Fragment 748
Chrysippus, Fragmenta Moralia 748
Not analysed yet
Sextus Emp. adv. math. XI 192. δεῖγμα δὲ τῆς πρὸς τοὺς κατοιχομένους αὐτῶν ὁσιότητος γένοιτ’ ἂν καὶ τὰ περὶ τῆς ἀνθρωποφαγίας παραγγελλόμενα· οὐ γὰρ μόνον ἀξιοῦσι τοὺς τετελευτηκότας ἐσθίειν, ἀλλὰ καὶ τὰς αὑτῶν σάρκας, εἴ ποτε τύχοι τι μέρος τοῦ σώματος ἀποκοπέν. Λέγεται δ’ ἐν τῷ περὶ Δικαιοσύνης ὑπὸ Χρυσίππου ταυτί καὶ ἂν τῶν μελῶν ἀποκοπῇ τι μέρος πρὸς τὴν τροφὴν χρήσιμον, μήτε κατορύττειν αὐτὸ μήτε ἄλλως ῥίπτειν, ἀναλίσκειν δὲ αὐτό, ὅπως τῶν ἡμετέρων ἕτερον μέρος γένηται.