Ancient Greek
Fragment 758
Chrysippus, Fragmenta Moralia 758
Not analysed yet
Stobaeus ecl. II 110, 9 W. Φασὶ δέ ποτε καὶ τὴν ἐξαγωγὴν τὴν ἐκ τοῦ βίου τοῖς σπουδαίοις καθηκόντως ⟨γίγνεσθαι⟩ κατὰ πολλοὺς τρόπους, τοῖς ⟨δὲ⟩ φαύλοις μονὴν ⟨τὴν⟩ ἐν τῷ ζῆν καὶ εἰ μὴ μέλλοιεν ἔσεσθαι σοφοί· οὔτε γὰρ τὴν ἀρετὴν κατέχειν ἐν τῷ ζῆν οὔτε τὴν κακίαν ἐκβάλλειν· τοῖς δὲ καθήκουσι καὶ τοῖς παρὰ τὸ καθῆκον ⟨παρα⟩μετρεῖσθαι τήν τε ζωὴν καὶ τὸν θάνατον.