Ancient Greek
Fragment 76
Chrysippus, Fragmenta Moralia 76
Not analysed yet
Diog. Laërt. VII 94. ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δὲ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτως λέγεσθαι· οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ’ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθ’ ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ’ ἀρετήν· ὑφ’ οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς· (ἄλλως δὲ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθὸν τὸ τέλειον κατὰ φύσιν λογικοῦ ὡς λογικοῦ. τοιοῦτον δ’ εἶναι τὴν ἀρετήν) ὥσ〈τε〉 μετέχοντα τάς τε πράξεις τὰς κατ’ ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι, ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια. ὡσαύτως δὲ τῶν κακῶν τὸ μὲν εἶναι ἀφροσύνην, δειλίαν, ἀδικίαν καὶ τὰ παραπλήσια· μετέχοντα δὲ κακίας τάς τε πράξεις τὰς κατὰ κακίαν καὶ τοὺς φαύλους· ἐπιγεννήματα δὲ τήν τε δυσθυμίαν καὶ τὴν δυσφροσύνην καὶ τὰ ὅμοια.