Ancient Greek
Fragment 760
Chrysippus, Fragmenta Moralia 760
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 18 p. 1042a. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον ἢ ⟨μὴ⟩ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν ἐπιλέγει Τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν. p. 1042b τῶν δ’ ἀνὰ μέσον λεγομένων παρ’ αὐτοῖς μήτε κακῶν ὄντων μήτ’ ἀγαθῶν. p. 1042c. Βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν, ἐπιλέγει περὶ τῶν κακῶν· Ἔστι δ’ οὐ ταῦτα προτεροῦντα, ἀλλ’ ὁ λόγος, μεθ’ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα. Πρῶτον μὲν οὖν τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δ’ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι, μᾶλλον δὲ λόγος ἡμαρτημένος etc.