Ancient Greek
Fragment 762
Chrysippus, Fragmenta Moralia 762
Not analysed yet
Plutarchus de comm. not. cp. 11 p. 1064a. Καὶ γὰρ Ἡρακλείτῳ, φασί, καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων, τὸ δὲ [φρονίμους] ὄνους ἐξ [ἀφρόνων] ἀνθρώπων, τότε δὴ τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον, ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν (καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν). Καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι καὶ παρακελεύεσθαι τὴν φρόνησιν· Ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον. Cf. Cicero apud Lactantium Instit. V 11. Praeclare M. Tullius: Etenim si nemo est, inquit, quin emori malit, quam converti in aliquam figuram bestiae, quamvis hominis mentem sit habiturus; quanto est miserius, in hominis figura animo esse efferato? Mihi quidem tanto videtur, quanto praestabilior est animus corpore.