Ancient Greek
Fragment 764
Chrysippus, Fragmenta Moralia 764
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 168, 1 Bruns. καθόλου δέ, εἰ ἡ ἀρετὴ αὐτάρκης πρὸς τὸ παρασχέσθαι τὸν βίον ἡμῶν ἄκρως εὐδαίμονα καὶ μακάριον, πῶς εὔλογος ἐξαγωγὴ τῷ τὴν ἀρετὴν ἔχοντι, ἐν μακαρίῳ βίῳ ὄντι; ὡς γὰρ ἄτοπον τὸ λέγειν τὸν Δία ἐθέλειν ἀποθανεῖν, οὕτως ἄτοπον καὶ τὸν ἐπίσης τούτῳ μακαρίως ζῶντα ἑαυτὸν ἐξάγειν εὐλόγως τοῦδε τοῦ βίου, τῶν μὲν σωματικῶν καὶ ἐκτὸς ἀδιαφόρων ὄντων καὶ μήτε ποιούντων τὴν εὐδαιμονίαν μήτε ἀναιρούντων, τῆς δὲ ἀρετῆς, ἣ μόνη καὶ κατασκευάζει τὸν μακάριον βίον καὶ φυλάττει βέβαιον παροῦσα, μηδέποτ’ ἂν ἀπολειπούσης τὸν σοφόν. ——πῶς γὰρ εὔλογον τὴν ἀρετὴν τοῦθ’ ὑποβάλλειν τῷ σοφῷ;