Ancient Greek
Fragment 85
Chrysippus, Fragmenta Moralia 85
Not analysed yet
Plut. de Stoic. repugn. cp. 19. Τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν etc. --Αἰσθητὰ δ’ εἶναι τἀγαθὰ καὶ τὰ κακὰ φησίν, ἐν τῷ προτέρῳ περὶ Τέλους ταῦτα γράφων· Ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι· καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν· οὐδὲ μόνον χαρᾶς καὶ εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν. Plutarchus de comm. not. cp. 9 p. 1062c. Φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατ’ αὐτούς· ἀλλὰ καὶ λέγει διαῤῥήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους, αἰσθητὸν εἶναι τὸ ἀγαθὸν· ὡς δ’ οἴεται, καὶ ἀποδείκνυσι.