Ancient Greek
Ethica IV. De appetitu et selectione. § 1. De notione appetitus.
Chrysippus, Fragmenta Moralia Ethica IV. De appetitu et selectione. § 1. De notione appetitus.
Not analysed yet
Stobaeus ecl. II 86, 17 τὸ δὲ κινοῦν τὴν ὁρμὴν οὐδὲν ἕτερον εἶναι λέγουσιν ἀλλ’ ἢ φαντασίαν ὁρμητικὴν τοῦ καθήκοντος αὐτόθεν, τὴν δὲ ὁρμὴν εἶναι φορὰν ψυχῆς ἐπί τι κατὰ τὸ γένος. ταύτης δ’ ἐν εἴδει θεωρεῖσθαι τήν τε ἐν τοῖς λογικοῖς γιγνομένην ὁρμὴν καὶ τὴν ἐν τοῖς ἀλόγοις ζῴοις· οὐ κατωνομασμέναι δ’ εἰσίν· ἡ γὰρ ὄρεξις οὐκ ἔστι λογικὴ ὁρμή, ἀλλὰ λογικῆς ὁρμῆς εἶδος. τὴν δὲ λογικὴν ὁρμὴν δεόντως ἄν τις ἀφορίζοιτο, λέγων εἶναι φορὰν διανοίας ἐπί τι τῶν ἐν τῷ πράττειν· ταύτῃ δ’ ἀντιτίθεσθαι ἀφορμήν, φοράν τινα ⟨διανοίας ἀπό τινος τῶν ἐν τῷ πράττειν⟩. ἰδίως δὲ καὶ τὴν ὄρουσιν ὁρμὴν λέγουσι, τῆς πρακτικῆς ὁρμῆς οὖσαν εἶδος. εἶναι δὲ τὴν ὄρουσιν φορὰν διανοίας ἐπί τι μέλλον. ὥστε μέχρι μὲν τούτων τετραχῶς ὁρμὴν λέγεσθαι, διχῶς δ’ ἀφορμήν· προστεθείσης δὲ καὶ τῆς ἕξεως τῆς ὁρμητικῆς, ἣν δὴ καὶ ἰδίως ὁρμὴν λέγουσιν, ἀφ’ οὗ συμβαίνει ὁρμᾶν, πενταχῶς. Seneca epist. 113, 18. Omne rationale animal nihil agit, nisi primum specie alicuius rei inritatum est, deinde impetum cepit, deinde adsensio confirmavit hunc impetum. quid sit adsensio dicam. oportet me ambulare: tunc demum ambulo, cum hoc mihi dixi et adprobavi hanc opinionem meam.