Ancient Greek · ~1 min
Fragment 170
Chrysippus, Fragmenta Moralia 170
Not analysed yet
Origenes comment. in Matthaeum Tom. III p. 446 Delarue. ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ τὴν τῶν πολλῶν ὀνομάτων θέσιν, οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν, ὥσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴδει λέγοντες ὁμωνύμως τῷ γενικῷ παραλαμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς ἀφορμῆς τὴν ὁρμήν.