Ancient Greek
Column 50
Chrysippus, P.Herc. 1384 50
Not analysed yet
ημας ε ο καὶ πρὸς τὸ αὐτοῖς λυσιτελὲς οὐκ ἀχρήστως ἐνόησεν ὁ Ζήνων μετατεθῆναι δεῖν τοὺς τοῦ Ἡσιόδου στίχους τούτους· κεῖνος μὲν πανάριστος ὃς αὐτῶι πάντα νοήσηι· ἐσθλὸς δ' αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται ὃ ἔστιν οὕτως μεταποιῆσαι· κεῖνος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται· ἐσθλὸς δ' αὖ κἀκεῖνος ὃς αὐτωι πάντα νοήσηι·